1Ἐγκαινίζεσθε πρός με, νῆσοι, οἱ γὰρ ἄρχοντες ἀλλάξουσιν ἰσχύν· ἐγγισάτωσαν καὶ λαλησάτωσαν ἅμα, τότε κρίσιν ἀναγγειλάτωσαν. 2τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην, ἐκάλεσεν αὐτὴν κατὰ πόδας αὐτοῦ, καὶ πορεύσεται; δώσει ἐναντίον ἐθνῶν καὶ βασιλεῖς ἐκστήσει καὶ δώσει εἰς γῆν τὰς μαχαίρας αὐτῶν καὶ ὡς φρύγανα ἐξωσμένα τὰ τόξα αὐτῶν· 3καὶ διώξεται αὐτοὺς καὶ διελεύσεται ἐν εἰρήνῃ ἡ ὁδὸς τῶν ποδῶν αὐτοῦ. 4τίς ἐνήργησεν καὶ ἐποίησεν ταῦτα; ἐκάλεσεν αὐτὴν ὁ καλῶν αὐτὴν ἀπὸ γενεῶν ἀρχῆς, ἐγὼ θεὸς πρῶτος, καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι. 5εἴδοσαν ἔθνη καὶ ἐφοβήθησαν, τὰ ἄκρα τῆς γῆς ἤγγισαν καὶ ἤλθοσαν ἅμα 6κρίνων ἕκαστος τῷ πλησίον καὶ τῷ ἀδελφῷ βοηθῆσαι καὶ ἐρεῖ 7Ἴσχυσεν ἀνὴρ τέκτων καὶ χαλκεὺς τύπτων σφύρῃ ἅμα ἐλαύνων· ποτὲ μὲν ἐρεῖ Σύμβλημα καλόν ἐστιν· ἰσχύρωσαν αὐτὰ ἐν ἥλοις, θήσουσιν αὐτὰ καὶ οὐ κινηθήσονται.
8Σὺ δέ, Ισραηλ, παῖς μου Ιακωβ, ὃν ἐξελεξάμην, σπέρμα Αβρααμ, ὃν ἠγάπησα, 9οὗ ἀντελαβόμην ἀπ᾽ ἄκρων τῆς γῆς καὶ ἐκ τῶν σκοπιῶν αὐτῆς ἐκάλεσά σε καὶ εἶπά σοι Παῖς μου εἶ, ἐξελεξάμην σε καὶ οὐκ ἐγκατέλιπόν σε, 10μὴ φοβοῦ, μετὰ σοῦ γάρ εἰμι· μὴ πλανῶ, ἐγὼ γάρ εἰμι ὁ θεός σου ὁ ἐνισχύσας σε καὶ ἐβοήθησά σοι καὶ ἠσφαλισάμην σε τῇ δεξιᾷ τῇ δικαίᾳ μου. 11ἰδοὺ αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σοι· ἔσονται γὰρ ὡς οὐκ ὄντες καὶ ἀπολοῦνται πάντες οἱ ἀντίδικοί σου. 12ζητήσεις αὐτοὺς καὶ οὐ μὴ εὕρῃς τοὺς ἀνθρώπους, οἳ παροινήσουσιν εἰς σέ· ἔσονται γὰρ ὡς οὐκ ὄντες καὶ οὐκ ἔσονται οἱ ἀντιπολεμοῦντές σε. 13ὅτι ἐγὼ ὁ θεός σου ὁ κρατῶν τῆς δεξιᾶς σου, ὁ λέγων σοι Μὴ φοβοῦ, 14Ιακωβ, ὀλιγοστὸς Ισραηλ· ἐγὼ ἐβοήθησά σοι, λέγει ὁ θεὸς ὁ λυτρούμενός σε, Ισραηλ. 15ἰδοὺ ἐποίησά σε ὡς τροχοὺς ἁμάξης ἀλοῶντας καινοὺς πριστηροειδεῖς, καὶ ἀλοήσεις ὄρη καὶ λεπτυνεῖς βουνοὺς καὶ ὡς χνοῦν θήσεις· 16καὶ λικμήσεις, καὶ ἄνεμος λήμψεται αὐτούς, καὶ καταιγὶς διασπερεῖ αὐτούς, σὺ δὲ εὐφρανθήσῃ ἐν τοῖς ἁγίοις Ισραηλ. καὶ ἀγαλλιάσονται 17οἱ πτωχοὶ καὶ οἱ ἐνδεεῖς· ζητήσουσιν γὰρ ὕδωρ, καὶ οὐκ ἔσται, ἡ γλῶσσα αὐτῶν ἀπὸ τῆς δίψης ἐξηράνθη· ἐγὼ κύριος ὁ θεός, ἐγὼ ἐπακούσομαι, ὁ θεὸς Ισραηλ, καὶ οὐκ ἐγκαταλείψω αὐτούς, 18ἀλλὰ ἀνοίξω ἐπὶ τῶν ὀρέων ποταμοὺς καὶ ἐν μέσῳ πεδίων πηγάς, ποιήσω τὴν ἔρημον εἰς ἕλη καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς, 19θήσω εἰς τὴν ἄνυδρον γῆν κέδρον καὶ πύξον καὶ μυρσίνην καὶ κυπάρισσον καὶ λεύκην, 20ἵνα ἴδωσιν καὶ γνῶσιν καὶ ἐννοηθῶσιν καὶ ἐπιστῶνται ἅμα ὅτι χεὶρ κυρίου ἐποίησεν ταῦτα πάντα καὶ ὁ ἅγιος τοῦ Ισραηλ κατέδειξεν.
21Ἐγγίζει ἡ κρίσις ὑμῶν, λέγει κύριος ὁ θεός· ἤγγισαν αἱ βουλαὶ ὑμῶν, λέγει ὁ βασιλεὺς Ιακωβ. 22ἐγγισάτωσαν καὶ ἀναγγειλάτωσαν ὑμῖν ἃ συμβήσεται, ἢ τὰ πρότερα τίνα ἦν εἴπατε, καὶ ἐπιστήσομεν τὸν νοῦν καὶ γνωσόμεθα τί τὰ ἔσχατα, καὶ τὰ ἐπερχόμενα εἴπατε ἡμῖν. 23ἀναγγείλατε ἡμῖν τὰ ἐπερχόμενα ἐπ᾽ ἐσχάτου, καὶ γνωσόμεθα ὅτι θεοί ἐστε· εὖ ποιήσατε καὶ κακώσατε, καὶ θαυμασόμεθα καὶ ὀψόμεθα ἅμα· 24ὅτι πόθεν ἐστὲ ὑμεῖς καὶ πόθεν ἡ ἐργασία ὑμῶν; ἐκ γῆς· βδέλυγμα ἐξελέξαντο ὑμᾶς. 25ἐγὼ δὲ ἤγειρα τὸν ἀπὸ βορρᾶ καὶ τὸν ἀφ᾽ ἡλίου ἀνατολῶν, κληθήσονται τῷ ὀνόματί μου· ἐρχέσθωσαν ἄρχοντες, καὶ ὡς πηλὸς κεραμέως καὶ ὡς κεραμεὺς καταπατῶν τὸν πηλόν, οὕτως καταπατηθήσεσθε. 26τίς γὰρ ἀναγγελεῖ τὰ ἐξ ἀρχῆς, ἵνα γνῶμεν, καὶ τὰ ἔμπροσθεν, καὶ ἐροῦμεν ὅτι ἀληθῆ ἐστιν; οὐκ ἔστιν ὁ προλέγων οὐδὲ ὁ ἀκούων ὑμῶν τοὺς λόγους. 27ἀρχὴν Σιων δώσω καὶ Ιερουσαλημ παρακαλέσω εἰς ὁδόν. 28ἀπὸ γὰρ τῶν ἐθνῶν ἰδοὺ οὐδείς, καὶ ἀπὸ τῶν εἰδώλων αὐτῶν οὐκ ἦν ὁ ἀναγγέλλων· καὶ ἐὰν ἐρωτήσω αὐτούς Πόθεν ἐστέ, οὐ μὴ ἀποκριθῶσίν μοι. 29εἰσὶν γὰρ οἱ ποιοῦντες ὑμᾶς, καὶ μάτην οἱ πλανῶντες ὑμᾶς.