ISAIAS 32
1ἰδοὺ γὰρ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν. 2καὶ ἔσται ὁ ἄνθρωπος κρύπτων τοὺς λόγους αὐτοῦ καὶ κρυβήσεται ὡς ἀφ᾽ ὕδατος φερομένου· καὶ φανήσεται ἐν Σιων ὡς ποταμὸς φερόμενος ἔνδοξος ἐν γῇ διψώσῃ. 3καὶ οὐκέτι ἔσονται πεποιθότες ἐπ᾽ ἀνθρώποις, ἀλλὰ τὰ ὦτα δώσουσιν ἀκούειν. 4καὶ ἡ καρδία τῶν ἀσθενούντων προσέξει τοῦ ἀκούειν, καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι ταχὺ μαθήσονται λαλεῖν εἰρήνην. 5καὶ οὐκέτι μὴ εἴπωσιν τῷ μωρῷ ἄρχειν, καὶ οὐκέτι μὴ εἴπωσιν οἱ ὑπηρέται σου Σίγα. 6ὁ γὰρ μωρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει τοῦ συντελεῖν ἄνομα καὶ λαλεῖν πρὸς κύριον πλάνησιν τοῦ διασπεῖραι ψυχὰς πεινώσας καὶ τὰς ψυχὰς τὰς διψώσας κενὰς ποιῆσαι. 7ἡ γὰρ βουλὴ τῶν πονηρῶν ἄνομα βουλεύσεται καταφθεῖραι ταπεινοὺς ἐν λόγοις ἀδίκοις καὶ διασκεδάσαι λόγους ταπεινῶν ἐν κρίσει. 8οἱ δὲ εὐσεβεῖς συνετὰ ἐβουλεύσαντο, καὶ αὕτη ἡ βουλὴ μενεῖ.9Γυναῖκες πλούσιαι, ἀνάστητε καὶ ἀκούσατε τῆς φωνῆς μου· θυγατέρες ἐν ἐλπίδι, ἀκούσατε τοὺς λόγους μου. 10ἡμέρας ἐνιαυτοῦ μνείαν ποιήσασθε ἐν ὀδύνῃ μετ᾽ ἐλπίδος· ἀνήλωται ὁ τρύγητος, πέπαυται ὁ σπόρος καὶ οὐκέτι μὴ ἔλθῃ. 11ἔκστητε, λυπήθητε, αἱ πεποιθυῖαι, ἐκδύσασθε, γυμναὶ γένεσθε, περιζώσασθε σάκκους τὰς ὀσφύας 12καὶ ἐπὶ τῶν μαστῶν κόπτεσθε ἀπὸ ἀγροῦ ἐπιθυμήματος καὶ ἀμπέλου γενήματος. 13ἡ γῆ τοῦ λαοῦ μου ἄκανθα καὶ χόρτος ἀναβήσεται, καὶ ἐκ πάσης οἰκίας εὐφροσύνη ἀρθήσεται· πόλις πλουσία, 14οἶκοι ἐγκαταλελειμμένοι πλοῦτον πόλεως καὶ οἴκους ἐπιθυμητοὺς ἀφήσουσιν· καὶ ἔσονται αἱ κῶμαι σπήλαια ἕως τοῦ αἰῶνος, εὐφροσύνη ὄνων ἀγρίων, βοσκήματα ποιμένων, 15ἕως ἂν ἐπέλθῃ ἐφ᾽ ὑμᾶς πνεῦμα ἀφ᾽ ὑψηλοῦ. καὶ ἔσται ἔρημος ὁ Χερμελ, καὶ ὁ Χερμελ εἰς δρυμὸν λογισθήσεται. 16καὶ ἀναπαύσεται ἐν τῇ ἐρήμῳ κρίμα, καὶ δικαιοσύνη ἐν τῷ Καρμήλῳ κατοικήσει· 17καὶ ἔσται τὰ ἔργα τῆς δικαιοσύνης εἰρήνη, καὶ κρατήσει ἡ δικαιοσύνη ἀνάπαυσιν, καὶ πεποιθότες ἕως τοῦ αἰῶνος· 18καὶ κατοικήσει ὁ λαὸς αὐτοῦ ἐν πόλει εἰρήνης καὶ ἐνοικήσει πεποιθώς, καὶ ἀναπαύσονται μετὰ πλούτου. 19ἡ δὲ χάλαζα ἐὰν καταβῇ, οὐκ ἐφ᾽ ὑμᾶς ἥξει. καὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τοῖς δρυμοῖς πεποιθότες ὡς οἱ ἐν τῇ πεδινῇ. 20μακάριοι οἱ σπείροντες ἐπὶ πᾶν ὕδωρ, οὗ βοῦς καὶ ὄνος πατεῖ.
© 2006 Deutsche Bibelgesellschaft, Stuttgart