1Ἐκάλεσεν δὲ Ιακωβ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπεν
Συνάχθητε, ἵνα ἀναγγείλω ὑμῖν,
τί ἀπαντήσει ὑμῖν ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν·
2ἀθροίσθητε καὶ ἀκούσατε, υἱοὶ Ιακωβ,
ἀκούσατε Ισραηλ τοῦ πατρὸς ὑμῶν.
3Ρουβην, πρωτότοκός μου σύ,
ἰσχύς μου καὶ ἀρχὴ τέκνων μου,
σκληρὸς φέρεσθαι καὶ σκληρὸς αὐθάδης.
4ἐξύβρισας ὡς ὕδωρ, μὴ ἐκζέσῃς·
ἀνέβης γὰρ ἐπὶ τὴν κοίτην τοῦ πατρός σου·
τότε ἐμίανας τὴν στρωμνήν, οὗ ἀνέβης.
5Συμεων καὶ Λευι ἀδελφοί·
συνετέλεσαν ἀδικίαν ἐξ αἱρέσεως αὐτῶν.
6εἰς βουλὴν αὐτῶν μὴ ἔλθοι ἡ ψυχή μου,
καὶ ἐπὶ τῇ συστάσει αὐτῶν μὴ ἐρείσαι τὰ ἥπατά μου,
ὅτι ἐν τῷ θυμῷ αὐτῶν ἀπέκτειναν ἀνθρώπους
καὶ ἐν τῇ ἐπιθυμίᾳ αὐτῶν ἐνευροκόπησαν ταῦρον.
7ἐπικατάρατος ὁ θυμὸς αὐτῶν, ὅτι αὐθάδης,
καὶ ἡ μῆνις αὐτῶν, ὅτι ἐσκληρύνθη·
διαμεριῶ αὐτοὺς ἐν Ιακωβ
καὶ διασπερῶ αὐτοὺς ἐν Ισραηλ.
8Ιουδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου·
αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου·
προσκυνήσουσίν σοι οἱ υἱοὶ τοῦ πατρός σου.
9σκύμνος λέοντος Ιουδα·
ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης·
ἀναπεσὼν ἐκοιμήθης ὡς λέων
καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν;
10οὐκ ἐκλείψει ἄρχων ἐξ Ιουδα
καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ,
ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ,
καὶ αὐτὸς προσδοκία ἐθνῶν.
11δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ
καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ·
πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ
καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ·
12χαροποὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου,
καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα.
13Ζαβουλων παράλιος κατοικήσει,
καὶ αὐτὸς παρ᾽ ὅρμον πλοίων,
καὶ παρατενεῖ ἕως Σιδῶνος.
14Ισσαχαρ τὸ καλὸν ἐπεθύμησεν
ἀναπαυόμενος ἀνὰ μέσον τῶν κλήρων·
15καὶ ἰδὼν τὴν ἀνάπαυσιν ὅτι καλή,
καὶ τὴν γῆν ὅτι πίων,
ὑπέθηκεν τὸν ὦμον αὐτοῦ εἰς τὸ πονεῖν
καὶ ἐγενήθη ἀνὴρ γεωργός.
16Δαν κρινεῖ τὸν ἑαυτοῦ λαὸν
ὡσεὶ καὶ μία φυλὴ ἐν Ισραηλ.
17καὶ γενηθήτω Δαν ὄφις ἐφ᾽ ὁδοῦ
ἐγκαθήμενος ἐπὶ τρίβου,
δάκνων πτέρναν ἵππου,
καὶ πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπίσω.
18τὴν σωτηρίαν περιμένω κυρίου.
19Γαδ, πειρατήριον πειρατεύσει αὐτόν,
αὐτὸς δὲ πειρατεύσει αὐτῶν κατὰ πόδας.
20Ασηρ, πίων αὐτοῦ ὁ ἄρτος,
καὶ αὐτὸς δώσει τρυφὴν ἄρχουσιν.
21Νεφθαλι στέλεχος ἀνειμένον,
ἐπιδιδοὺς ἐν τῷ γενήματι κάλλος.
22Υἱὸς ηὐξημένος Ιωσηφ,
υἱὸς ηὐξημένος ζηλωτός,
υἱός μου νεώτατος·
πρός με ἀνάστρεψον.
23εἰς ὃν διαβουλευόμενοι ἐλοιδόρουν,
καὶ ἐνεῖχον αὐτῷ κύριοι τοξευμάτων·
24καὶ συνετρίβη μετὰ κράτους τὰ τόξα αὐτῶν,
καὶ ἐξελύθη τὰ νεῦρα βραχιόνων χειρῶν αὐτῶν
διὰ χεῖρα δυνάστου Ιακωβ,
ἐκεῖθεν ὁ κατισχύσας Ισραηλ·
25παρὰ θεοῦ τοῦ πατρός σου,
καὶ ἐβοήθησέν σοι ὁ θεὸς ὁ ἐμὸς
καὶ εὐλόγησέν σε εὐλογίαν οὐρανοῦ ἄνωθεν
καὶ εὐλογίαν γῆς ἐχούσης πάντα·
ἕνεκεν εὐλογίας μαστῶν καὶ μήτρας,
26εὐλογίας πατρός σου καὶ μητρός σου·
ὑπερίσχυσεν ἐπ᾽ εὐλογίαις ὀρέων μονίμων
καὶ ἐπ᾽ εὐλογίαις θινῶν ἀενάων·
ἔσονται ἐπὶ κεφαλὴν Ιωσηφ
καὶ ἐπὶ κορυφῆς ὧν ἡγήσατο ἀδελφῶν.
27Βενιαμιν λύκος ἅρπαξ·
τὸ πρωινὸν ἔδεται ἔτι
καὶ εἰς τὸ ἑσπέρας διαδώσει τροφήν.
28Πάντες οὗτοι υἱοὶ Ιακωβ δώδεκα, καὶ ταῦτα ἐλάλησεν αὐτοῖς ὁ πατὴρ αὐτῶν καὶ εὐλόγησεν αὐτούς, ἕκαστον κατὰ τὴν εὐλογίαν αὐτοῦ εὐλόγησεν αὐτούς. 29καὶ εἶπεν αὐτοῖς Ἐγὼ προστίθεμαι πρὸς τὸν ἐμὸν λαόν· θάψατέ με μετὰ τῶν πατέρων μου ἐν τῷ σπηλαίῳ, ὅ ἐστιν ἐν τῷ ἀγρῷ Εφρων τοῦ Χετταίου, 30ἐν τῷ σπηλαίῳ τῷ διπλῷ τῷ ἀπέναντι Μαμβρη ἐν τῇ γῇ Χανααν, ὃ ἐκτήσατο Αβρααμ τὸ σπήλαιον παρὰ Εφρων τοῦ Χετταίου ἐν κτήσει μνημείου· 31ἐκεῖ ἔθαψαν Αβρααμ καὶ Σαρραν τὴν γυναῖκα αὐτοῦ, ἐκεῖ ἔθαψαν Ισαακ καὶ Ρεβεκκαν τὴν γυναῖκα αὐτοῦ, καὶ ἐκεῖ ἔθαψα Λειαν 32ἐν κτήσει τοῦ ἀγροῦ καὶ τοῦ σπηλαίου τοῦ ὄντος ἐν αὐτῷ παρὰ τῶν υἱῶν Χετ. 33καὶ κατέπαυσεν Ιακωβ ἐπιτάσσων τοῖς υἱοῖς αὐτοῦ καὶ ἐξάρας τοὺς πόδας αὐτοῦ ἐπὶ τὴν κλίνην ἐξέλιπεν καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ.