1Καὶ οὗτοι οἱ ἱερεῖς καὶ οἱ Λευῖται οἱ ἀναβαίνοντες μετὰ Ζοροβαβελ υἱοῦ Σαλαθιηλ καὶ Ἰησοῦ· Σαραια, Ιερμια, Εσδρα, 2Αμαρια, Μαλουχ, 3Σεχενια· 7οὗτοι ἄρχοντες τῶν ἱερέων καὶ ἀδελφοὶ αὐτῶν ἐν ἡμέραις Ἰησοῦ. — 8καὶ οἱ Λευῖται· Ιησου, Βανουι, Καδμιηλ, Σαραβια, Ιουδα, Μαχανια· ἐπὶ τῶν χειρῶν αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ 9εἰς τὰς ἐφημερίας. 10καὶ Ἰησοῦς ἐγέννησεν τὸν Ιωακιμ, καὶ Ιωακιμ ἐγέννησεν τὸν Ελιασιβ, καὶ Ελιασιβ τὸν Ιωδαε, 11καὶ Ιωδαε ἐγέννησεν τὸν Ιωναθαν, καὶ Ιωναθαν ἐγέννησεν τὸν Ιαδου. 12καὶ ἐν ἡμέραις Ιωακιμ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ οἱ ἄρχοντες τῶν πατριῶν· τῷ Σαραια Μαραια, τῷ Ιερμια Ανανια, 13τῷ Εσδρα Μεσουλαμ, τῷ Αμαρια Ιωαναν, 14τῷ Μαλουχ Ιωναθαν, τῷ Σεχενια Ιωσηφ, 15τῷ Αρεμ Αδνας, τῷ Μαριωθ Ελκαι, 16τῷ Αδδαι Ζαχαριας, τῷ Γαναθων Μοσολλαμ, 17τῷ Αβια Ζεχρι, τῷ Βενιαμιν ἐν καιροῖς τῷ Φελητι, 18τῷ Βαλγα Σαμουε, τῷ Σεμεια Ιωναθαν, 19τῷ Ιωιαριβ Μαθθαναι, τῷ Ιδια Οζι, 20τῷ Σαλλαι Καλλαι, τῷ Αμουκ Αβεδ, 21τῷ Ελκια Ασαβιας, τῷ Ιεδεϊου Ναθαναηλ. — 22οἱ Λευῖται ἐν ἡμέραις Ελιασιβ, Ιωαδα καὶ Ιωαναν καὶ Ιδουα γεγραμμένοι ἄρχοντες πατριῶν, καὶ οἱ ἱερεῖς ἐν βασιλείᾳ Δαρείου τοῦ Πέρσου· 23υἱοὶ Λευι ἄρχοντες τῶν πατριῶν γεγραμμένοι ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν καὶ ἕως ἡμερῶν Ιωαναν υἱοῦ Ελισουβ. 24καὶ ἄρχοντες τῶν Λευιτῶν· Ασαβια καὶ Σαραβια καὶ Ιησου καὶ υἱοὶ Καδμιηλ καὶ οἱ ἀδελφοὶ αὐτῶν κατεναντίον αὐτῶν εἰς ὑμνεῖν καὶ αἰνεῖν ἐν ἐντολῇ Δαυιδ ἀνθρώπου τοῦ θεοῦ ἐφημερία πρὸς ἐφημερίαν 25ἐν τῷ συναγαγεῖν με τοὺς πυλωροὺς 26ἐν ἡμέραις Ιωακιμ υἱοῦ Ἰησοῦ υἱοῦ Ιωσεδεκ καὶ ἐν ἡμέραις Νεεμια, καὶ Εσδρας ὁ ἱερεὺς ὁ γραμματεύς.
27Καὶ ἐν ἐγκαινίοις τείχους Ιερουσαλημ ἐζήτησαν τοὺς Λευίτας ἐν τοῖς τόποις αὐτῶν τοῦ ἐνέγκαι αὐτοὺς εἰς Ιερουσαλημ ποιῆσαι ἐγκαίνια καὶ εὐφροσύνην ἐν θωδαθα καὶ ἐν ᾠδαῖς, κυμβαλίζοντες καὶ ψαλτήρια καὶ κινύραι. 28καὶ συνήχθησαν οἱ υἱοὶ τῶν ᾀδόντων καὶ ἀπὸ τῆς περιχώρου κυκλόθεν εἰς Ιερουσαλημ καὶ ἀπὸ ἐπαύλεων. 29καὶ ἀπὸ ἀγρῶν· ὅτι ἐπαύλεις ᾠκοδόμησαν ἑαυτοῖς οἱ ᾄδοντες ἐν Ιερουσαλημ. 30καὶ ἐκαθαρίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ ἐκαθάρισαν τὸν λαὸν καὶ τοὺς πυλωροὺς καὶ τὸ τεῖχος. 31καὶ ἀνήνεγκα τοὺς ἄρχοντας Ιουδα ἐπάνω τοῦ τείχους καὶ ἔστησα δύο περὶ αἰνέσεως μεγάλους, καὶ διῆλθον ἐκ δεξιῶν ἐπάνω τοῦ τείχους τῆς κοπρίας, 32καὶ ἐπορεύθη ὀπίσω αὐτῶν Ωσαια καὶ ἥμισυ ἀρχόντων Ιουδα 33καὶ Αζαριας, Εσδρας καὶ Μεσουλαμ, 34Ιουδα καὶ Βενιαμιν καὶ Σαμαια καὶ Ιερμια 35καὶ ἀπὸ υἱῶν τῶν ἱερέων ἐν σάλπιγξιν Ζαχαριας υἱὸς Ιωναθαν υἱὸς Σαμαια υἱὸς Μαθανια υἱὸς Μιχαια υἱὸς Ζακχουρ υἱὸς Ασαφ 36καὶ ἀδελφοὶ αὐτοῦ Σαμαια καὶ Οζιηλ αἰνεῖν ἐν ᾠδαῖς Δαυιδ ἀνθρώπου τοῦ θεοῦ, καὶ Εσδρας ὁ γραμματεὺς ἔμπροσθεν αὐτῶν· 37ἐπὶ πύλης τοῦ αιν κατέναντι αὐτῶν ἀνέβησαν ἐπὶ κλίμακας πόλεως Δαυιδ ἐν ἀναβάσει τοῦ τείχους ἐπάνωθεν τοῦ οἴκου Δαυιδ καὶ ἕως πύλης τοῦ ὕδατος κατὰ ἀνατολάς. — 38καὶ περὶ αἰνέσεως ἡ δευτέρα ἐπορεύετο συναντῶσα αὐτοῖς, καὶ ἐγὼ ὀπίσω αὐτῆς, καὶ τὸ ἥμισυ τοῦ λαοῦ ἐπάνω τοῦ τείχους ὑπεράνω τοῦ πύργου τῶν θεννουριμ καὶ ἕως τοῦ τείχους τοῦ πλατέος 39καὶ ὑπεράνω τῆς πύλης Εφραιμ καὶ ἐπὶ πύλην τῆς ισανα καὶ ἐπὶ πύλην τὴν ἰχθυηρὰν καὶ πύργῳ Ανανεηλ καὶ ἕως πύλης τῆς προβατικῆς καὶ ἔστησαν ἐν πύλῃ τῆς φυλακῆς. 40καὶ ἔστησαν αἱ δύο τῆς αἰνέσεως ἐν οἴκῳ τοῦ θεοῦ, καὶ ἐγὼ καὶ τὸ ἥμισυ τῶν στρατηγῶν μετ᾽ ἐμοῦ 41καὶ οἱ ἱερεῖς Ελιακιμ, Μαασιας, Βενιαμιν, Μιχαιας, Ελιωηναι, Ζαχαριας, Ανανιας ἐν σάλπιγξιν 42καὶ Μαασιας καὶ Σεμειας καὶ Ελεαζαρ καὶ Οζι καὶ Ιωαναν καὶ Μελχιας καὶ Αιλαμ καὶ Εζουρ, καὶ ἠκούσθησαν οἱ ᾄδοντες καὶ ἐπεσκέπησαν. 43καὶ ἔθυσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θυσιάσματα μεγάλα καὶ ηὐφράνθησαν, ὅτι ὁ θεὸς ηὔφρανεν αὐτοὺς μεγάλως· καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν ηὐφράνθησαν, καὶ ἠκούσθη ἡ εὐφροσύνη ἐν Ιερουσαλημ ἀπὸ μακρόθεν.
44Καὶ κατέστησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἄνδρας ἐπὶ τῶν γαζοφυλακίων τοῖς θησαυροῖς, ταῖς ἀπαρχαῖς καὶ ταῖς δεκάταις καὶ τοῖς συνηγμένοις ἐν αὐτοῖς ἄρχουσιν τῶν πόλεων, μερίδας τοῖς ἱερεῦσι καὶ τοῖς Λευίταις, ὅτι εὐφροσύνη ἦν ἐν Ιουδα ἐπὶ τοὺς ἱερεῖς καὶ ἐπὶ τοὺς Λευίτας τοὺς ἑστῶτας. 45καὶ ἐφύλαξαν φυλακὰς θεοῦ αὐτῶν καὶ φυλακὰς τοῦ καθαρισμοῦ καὶ τοὺς ᾄδοντας καὶ τοὺς πυλωροὺς ὡς ἐντολαὶ Δαυιδ καὶ Σαλωμων υἱοῦ αὐτοῦ· 46ὅτι ἐν ἡμέραις Δαυιδ Ασαφ ἀπ᾽ ἀρχῆς πρῶτος τῶν ᾀδόντων καὶ ὕμνον καὶ αἴνεσιν τῷ θεῷ, 47καὶ πᾶς Ισραηλ ἐν ἡμέραις Ζοροβαβελ διδόντες μερίδας τῶν ᾀδόντων καὶ τῶν πυλωρῶν, λόγον ἡμέρας ἐν ἡμέρᾳ αὐτοῦ, καὶ ἁγιάζοντες τοῖς Λευίταις, καὶ οἱ Λευῖται ἁγιάζοντες τοῖς υἱοῖς Ααρων.