4Καὶ ἡ πόλις πλατεῖα καὶ μεγάλη, καὶ ὁ λαὸς ὀλίγος ἐν αὐτῇ, καὶ οὐκ ἦσαν οἰκίαι ᾠκοδομημέναι. 5καὶ ἔδωκεν ὁ θεὸς εἰς τὴν καρδίαν μου καὶ συνῆξα τοὺς ἐντίμους καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν εἰς συνοδίας· καὶ εὗρον βιβλίον τῆς συνοδίας, οἳ ἀνέβησαν ἐν πρώτοις, καὶ εὗρον γεγραμμένον ἐν αὐτῷ 6Καὶ οὗτοι υἱοὶ τῆς χώρας οἱ ἀναβάντες ἀπὸ αἰχμαλωσίας τῆς ἀποικίας, ἧς ἀπῴκισεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ καὶ εἰς Ιουδα ἀνὴρ εἰς τὴν πόλιν αὐτοῦ 7μετὰ Ζοροβαβελ καὶ Ἰησοῦ καὶ Νεεμια, Αζαρια, Δαεμια, Ναεμανι, Μαρδοχαιος, Βαλσαν, Μασφαραθ, Εσδρα, Βαγοι, Ναουμ, Βαανα, Μασφαρ. ἄνδρες λαοῦ Ισραηλ· 8υἱοὶ Φορος δισχίλιοι ἑκατὸν ἑβδομήκοντα δύο. 9υἱοὶ Σαφατια τριακόσιοι ἑβδομήκοντα δύο. 10υἱοὶ Ηρα ἑξακόσιοι πεντήκοντα δύο. 11υἱοὶ Φααθμωαβ τοῖς υἱοῖς Ἰησοῦ καὶ Ιωαβ δισχίλιοι ὀκτακόσιοι δέκα ὀκτώ. 12υἱοὶ Αιλαμ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες. 13υἱοὶ Ζαθουα ὀκτακόσιοι τεσσαράκοντα πέντε. 14υἱοὶ Ζακχου ἑπτακόσιοι ἑξήκοντα. 15υἱοὶ Βανουι ἑξακόσιοι τεσσαράκοντα ὀκτώ. 16υἱοὶ Βηβι ἑξακόσιοι εἴκοσι ὀκτώ. 17υἱοὶ Ασγαδ δισχίλιοι τριακόσιοι εἴκοσι δύο. 18υἱοὶ Αδενικαμ ἑξακόσιοι ἑξήκοντα ἑπτά. 19υἱοὶ Βαγοι δισχίλιοι ἑξήκοντα ἑπτά. 20υἱοὶ Ηδιν ἑξακόσιοι πεντήκοντα πέντε. 21υἱοὶ Ατηρ τῷ Εζεκια ἐνενήκοντα ὀκτώ. 22υἱοὶ Ησαμ τριακόσιοι εἴκοσι ὀκτώ. 23υἱοὶ Βεσι τριακόσιοι εἴκοσι τέσσαρες. 24υἱοὶ Αριφ ἑκατὸν δώδεκα. 25υἱοὶ Γαβαων ἐνενήκοντα πέντε. 26υἱοὶ Βαιθλεεμ ἑκατὸν εἴκοσι τρεῖς. υἱοὶ Νετωφα πεντήκοντα ἕξ. 27υἱοὶ Αναθωθ ἑκατὸν εἴκοσι ὀκτώ. 28ἄνδρες Βηθασμωθ τεσσαράκοντα δύο. 29ἄνδρες Καριαθιαριμ, Καφιρα καὶ Βηρωθ ἑπτακόσιοι τεσσαράκοντα τρεῖς. 30ἄνδρες Αραμα καὶ Γαβαα ἑξακόσιοι εἴκοσι εἷς. 31ἄνδρες Μαχεμας ἑκατὸν εἴκοσι δύο. 32ἄνδρες Βηθηλ καὶ Αια ἑκατὸν εἴκοσι τρεῖς. 33ἄνδρες Ναβι-ααρ πεντήκοντα δύο. 34ἄνδρες Ηλαμ-ααρ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες. 35υἱοὶ Ηραμ τριακόσιοι εἴκοσι. 36υἱοὶ Ιεριχω τριακόσιοι τεσσαράκοντα πέντε. 37υἱοὶ Λοδ, Αδιδ καὶ Ωνω ἑπτακόσιοι εἴκοσι εἷς. 38υἱοὶ Σαναα τρισχίλιοι ἐννακόσιοι τριάκοντα. — 39οἱ ἱερεῖς· υἱοὶ Ιωδαε εἰς οἶκον Ἰησοῦ ἐννακόσιοι ἑβδομήκοντα τρεῖς. 40υἱοὶ Εμμηρ χίλιοι πεντήκοντα δύο. 41υἱοὶ Φασσουρ χίλιοι διακόσιοι τεσσαράκοντα ἑπτά. 42υἱοὶ Ηραμ χίλιοι δέκα ἑπτά. — 43οἱ Λευῖται· υἱοὶ Ἰησοῦ τῷ Καδμιηλ τοῖς υἱοῖς τοῦ Ουδουια ἑβδομήκοντα τέσσαρες. 44οἱ ᾄδοντες· υἱοὶ Ασαφ ἑκατὸν τεσσαράκοντα ὀκτώ. 45οἱ πυλωροί· υἱοὶ Σαλουμ, υἱοὶ Ατηρ, υἱοὶ Τελμων, υἱοὶ Ακουβ, υἱοὶ Ατιτα, υἱοὶ Σαβι, ἑκατὸν τριάκοντα ὀκτώ. — 46οἱ ναθινιμ· υἱοὶ Σηα, υἱοὶ Ασιφα, υἱοὶ Ταβαωθ, 47υἱοὶ Κιρας, υἱοὶ Σουια, υἱοὶ Φαδων, 48υἱοὶ Λαβανα, υἱοὶ Αγαβα, υἱοὶ Σαλαμι, 49υἱοὶ Αναν, υἱοὶ Γαδηλ, υἱοὶ Γααρ, 50υἱοὶ Ρααια, υἱοὶ Ρασων, υἱοὶ Νεκωδα, 51υἱοὶ Γηζαμ, υἱοὶ Οζι, υἱοὶ Φεση, 52υἱοὶ Βησι, υἱοὶ Μεϊνωμ, υἱοὶ Νεφωσασιμ, 53υἱοὶ Βακβουκ, υἱοὶ Αχιφα, υἱοὶ Αρουρ, 54υἱοὶ Βασαλωθ, υἱοὶ Μεϊδα, υἱοὶ Αδασαν, 55υἱοὶ Βαρκους, υἱοὶ Σισαρα, υἱοὶ Θημα, 56υἱοὶ Νισια, υἱοὶ Ατιφα. 57υἱοὶ δούλων Σαλωμων· υἱοὶ Σουτι, υἱοὶ Σαφαραθ, υἱοὶ Φεριδα, 58υἱοὶ Ιεαλη, υἱοὶ Δορκων, υἱοὶ Γαδηλ, 59υἱοὶ Σαφατια, υἱοὶ Ετηλ, υἱοὶ Φαχαραθ, υἱοὶ Σαβαϊμ, υἱοὶ Ημιμ. 60πάντες οἱ ναθινιμ καὶ υἱοὶ δούλων Σαλωμων τριακόσιοι ἐνενήκοντα δύο. — 61καὶ οὗτοι ἀνέβησαν ἀπὸ Θελμελεθ, Αρησα, Χαρουβ, Ηρων, Ιεμηρ καὶ οὐκ ἠδυνάσθησαν ἀπαγγεῖλαι οἴκους πατριῶν αὐτῶν καὶ σπέρμα αὐτῶν εἰ ἀπὸ Ισραηλ εἰσίν· 62υἱοὶ Δαλαια, υἱοὶ Τωβια, υἱοὶ Νεκωδα, ἑξακόσιοι τεσσαράκοντα δύο. 63καὶ ἀπὸ τῶν ἱερέων· υἱοὶ Εβια, υἱοὶ Ακως, υἱοὶ Βερζελλι, ὅτι ἔλαβεν ἀπὸ θυγατέρων Βερζελλι τοῦ Γαλααδίτου γυναῖκας καὶ ἐκλήθη ἐπ᾽ ὀνόματι αὐτῶν· 64οὗτοι ἐζήτησαν γραφὴν αὐτῶν τῆς συνοδίας, καὶ οὐχ εὑρέθη, καὶ ἠγχιστεύθησαν ἀπὸ τῆς ἱερατείας, 65καὶ εἶπεν Αθερσαθα ἵνα μὴ φάγωσιν ἀπὸ τοῦ ἁγίου τῶν ἁγίων, ἕως ἀναστῇ ὁ ἱερεὺς φωτίσων. — 66καὶ ἐγένετο πᾶσα ἡ ἐκκλησία ὡς εἷς, τέσσαρες μυριάδες δισχίλιοι τριακόσιοι ἑξήκοντα 67πάρεξ δούλων αὐτῶν καὶ παιδισκῶν αὐτῶν, οὗτοι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα ἑπτά καὶ ᾄδοντες καὶ ᾄδουσαι διακόσιοι τεσσαράκοντα πέντε· 68ἵπποι ἑπτακόσιοι τριάκοντα ἕξ, ἡμίονοι διακόσιοι τεσσαράκοντα πέντε, 69κάμηλοι τετρακόσιοι τριάκοντα πέντε, ὄνοι ἑξακισχίλιοι ἑπτακόσιοι εἴκοσι. — 70καὶ ἀπὸ μέρους ἀρχηγῶν τῶν πατριῶν ἔδωκαν εἰς τὸ ἔργον τῷ Νεεμια εἰς θησαυρὸν χρυσοῦς χιλίους, φιάλας πεντήκοντα καὶ χοθωνωθ τῶν ἱερέων τριάκοντα. 71καὶ ἀπὸ ἀρχηγῶν τῶν πατριῶν ἔδωκαν εἰς θησαυρὸν τοῦ ἔργου χρυσίου δύο μυριάδας καὶ ἀργυρίου μνᾶς δισχιλίας διακοσίας, 72καὶ ἔδωκαν οἱ κατάλοιποι τοῦ λαοῦ χρυσίου δύο μυριάδας καὶ ἀργυρίου μνᾶς δισχιλίας διακοσίας καὶ χοθωνωθ τῶν ἱερέων ἑξήκοντα ἑπτά. — 73καὶ ἐκάθισαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ πυλωροὶ καὶ οἱ ᾄδοντες καὶ οἱ ἀπὸ τοῦ λαοῦ καὶ οἱ ναθινιμ καὶ πᾶς Ισραηλ ἐν πόλεσιν αὐτῶν.