1Εἶπον ἐγὼ ἐν καρδίᾳ μου
Δεῦρο δὴ πειράσω σε ἐν εὐφροσύνῃ, καὶ ἰδὲ ἐν ἀγαθῷ·
καὶ ἰδοὺ καί γε τοῦτο ματαιότης.
2τῷ γέλωτι εἶπα περιφορὰν
καὶ τῇ εὐφροσύνῃ Τί τοῦτο ποιεῖς;
3κατεσκεψάμην ἐν καρδίᾳ μου
τοῦ ἑλκύσαι εἰς οἶνον τὴν σάρκα μου —
καὶ καρδία μου ὡδήγησεν ἐν σοφίᾳ —
καὶ τοῦ κρατῆσαι ἐπ᾽ ἀφροσύνῃ,
ἕως οὗ ἴδω ποῖον τὸ ἀγαθὸν τοῖς υἱοῖς τοῦ ἀνθρώπου,
ὃ ποιήσουσιν ὑπὸ τὸν ἥλιον
ἀριθμὸν ἡμερῶν ζωῆς αὐτῶν.
4ἐμεγάλυνα ποίημά μου,
ᾠκοδόμησά μοι οἴκους,
ἐφύτευσά μοι ἀμπελῶνας,
5ἐποίησά μοι κήπους καὶ παραδείσους
καὶ ἐφύτευσα ἐν αὐτοῖς ξύλον πᾶν καρποῦ·
6ἐποίησά μοι κολυμβήθρας ὑδάτων
τοῦ ποτίσαι ἀπ᾽ αὐτῶν δρυμὸν βλαστῶντα ξύλα·
7ἐκτησάμην δούλους καὶ παιδίσκας,
καὶ οἰκογενεῖς ἐγένοντό μοι,
καί γε κτῆσις βουκολίου καὶ ποιμνίου πολλὴ ἐγένετό μοι
ὑπὲρ πάντας τοὺς γενομένους
ἔμπροσθέν μου ἐν Ιερουσαλημ·
8συνήγαγόν μοι καί γε ἀργύριον καὶ χρυσίον
καὶ περιουσιασμοὺς βασιλέων καὶ τῶν χωρῶν·
ἐποίησά μοι ᾄδοντας καὶ ᾀδούσας
καὶ ἐντρυφήματα υἱῶν τοῦ ἀνθρώπου
οἰνοχόον καὶ οἰνοχόας·
9καὶ ἐμεγαλύνθην καὶ προσέθηκα
παρὰ πάντας τοὺς γενομένους
ἔμπροσθέν μου ἐν Ιερουσαλημ·
καί γε σοφία μου ἐστάθη μοι.
10καὶ πᾶν, ὃ ᾔτησαν οἱ ὀφθαλμοί μου,
οὐχ ὑφεῖλον ἀπ᾽ αὐτῶν,
οὐκ ἀπεκώλυσα τὴν καρδίαν μου
ἀπὸ πάσης εὐφροσύνης,
ὅτι καρδία μου εὐφράνθη ἐν παντὶ μόχθῳ μου,
καὶ τοῦτο ἐγένετο μερίς μου
ἀπὸ παντὸς μόχθου μου.
11καὶ ἐπέβλεψα ἐγὼ ἐν πᾶσιν ποιήμασίν μου,
οἷς ἐποίησαν αἱ χεῖρές μου,
καὶ ἐν μόχθῳ, ᾧ ἐμόχθησα τοῦ ποιεῖν,
καὶ ἰδοὺ τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος,
καὶ οὐκ ἔστιν περισσεία ὑπὸ τὸν ἥλιον.
12Καὶ ἐπέβλεψα ἐγὼ τοῦ ἰδεῖν σοφίαν
καὶ περιφορὰν καὶ ἀφροσύνην·
ὅτι τίς ὁ ἄνθρωπος, ὃς ἐπελεύσεται ὀπίσω τῆς βουλῆς
τὰ ὅσα ἐποίησεν αὐτήν;
13καὶ εἶδον ἐγὼ ὅτι ἔστιν περισσεία τῇ σοφίᾳ ὑπὲρ τὴν ἀφροσύνην
ὡς περισσεία τοῦ φωτὸς ὑπὲρ τὸ σκότος·
14τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐν κεφαλῇ αὐτοῦ,
καὶ ὁ ἄφρων ἐν σκότει πορεύεται.
καὶ ἔγνων καί γε ἐγὼ
ὅτι συνάντημα ἓν συναντήσεται τοῖς πᾶσιν αὐτοῖς.
15καὶ εἶπα ἐγὼ ἐν καρδίᾳ μου
Ὡς συνάντημα τοῦ ἄφρονος
καί γε ἐμοὶ συναντήσεταί μοι,
καὶ ἵνα τί ἐσοφισάμην;
ἐγὼ τότε περισσὸν ἐλάλησα ἐν καρδίᾳ μου,
διότι ἄφρων ἐκ περισσεύματος λαλεῖ,
ὅτι καί γε τοῦτο ματαιότης.
16ὅτι οὐκ ἔστιν μνήμη τοῦ σοφοῦ
μετὰ τοῦ ἄφρονος εἰς αἰῶνα,
καθότι ἤδη αἱ ἡμέραι αἱ ἐρχόμεναι
τὰ πάντα ἐπελήσθη·
καὶ πῶς ἀποθανεῖται ὁ σοφὸς μετὰ τοῦ ἄφρονος;
17καὶ ἐμίσησα σὺν τὴν ζωήν,
ὅτι πονηρὸν ἐπ᾽ ἐμὲ τὸ ποίημα
τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον,
ὅτι τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος.
18καὶ ἐμίσησα ἐγὼ σὺν πάντα μόχθον μου,
ὃν ἐγὼ μοχθῶ ὑπὸ τὸν ἥλιον,
ὅτι ἀφίω αὐτὸν τῷ ἀνθρώπῳ τῷ γινομένῳ μετ᾽ ἐμέ·
19καὶ τίς οἶδεν εἰ σοφὸς ἔσται ἢ ἄφρων;
καὶ ἐξουσιάζεται ἐν παντὶ μόχθῳ μου,
ᾧ ἐμόχθησα καὶ ᾧ ἐσοφισάμην ὑπὸ τὸν ἥλιον.
καί γε τοῦτο ματαιότης.
20καὶ ἐπέστρεψα ἐγὼ τοῦ ἀποτάξασθαι τῇ καρδίᾳ μου
ἐπὶ παντὶ τῷ μόχθῳ, ᾧ ἐμόχθησα ὑπὸ τὸν ἥλιον,
21ὅτι ἔστιν ἄνθρωπος, οὗ μόχθος αὐτοῦ
ἐν σοφίᾳ καὶ ἐν γνώσει καὶ ἐν ἀνδρείᾳ,
καὶ ἄνθρωπος, ὃς οὐκ ἐμόχθησεν ἐν αὐτῷ,
δώσει αὐτῷ μερίδα αὐτοῦ.
καί γε τοῦτο ματαιότης καὶ πονηρία μεγάλη.
22ὅτι τί γίνεται τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ
καὶ ἐν προαιρέσει καρδίας αὐτοῦ,
ᾧ αὐτὸς μοχθεῖ ὑπὸ τὸν ἥλιον;
23ὅτι πᾶσαι αἱ ἡμέραι αὐτοῦ
ἀλγημάτων καὶ θυμοῦ περισπασμὸς αὐτοῦ,
καί γε ἐν νυκτὶ οὐ κοιμᾶται ἡ καρδία αὐτοῦ.
καί γε τοῦτο ματαιότης ἐστίν.
24Οὐκ ἔστιν ἀγαθὸν ἐν ἀνθρώπῳ·
ὃ φάγεται καὶ ὃ πίεται καὶ ὃ δείξει τῇ ψυχῇ αὐτοῦ,
ἀγαθὸν ἐν μόχθῳ αὐτοῦ.
καί γε τοῦτο εἶδον ἐγὼ ὅτι ἀπὸ χειρὸς τοῦ θεοῦ ἐστιν·
25ὅτι τίς φάγεται καὶ τίς φείσεται πάρεξ αὐτοῦ;
26ὅτι τῷ ἀνθρώπῳ τῷ ἀγαθῷ
πρὸ προσώπου αὐτοῦ ἔδωκεν σοφίαν
καὶ γνῶσιν καὶ εὐφροσύνην·
καὶ τῷ ἁμαρτάνοντι ἔδωκεν περισπασμὸν
τοῦ προσθεῖναι καὶ τοῦ συναγαγεῖν
τοῦ δοῦναι τῷ ἀγαθῷ πρὸ προσώπου τοῦ θεοῦ·
ὅτι καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος.