1Μυῖαι θανατοῦσαι σαπριοῦσιν σκευασίαν ἐλαίου ἡδύσματος·
τίμιον ὀλίγον σοφίας ὑπὲρ δόξαν ἀφροσύνης μεγάλης.
2καρδία σοφοῦ εἰς δεξιὸν αὐτοῦ,
καὶ καρδία ἄφρονος εἰς ἀριστερὸν αὐτοῦ·
3καί γε ἐν ὁδῷ ὅταν ἄφρων πορεύηται,
καρδία αὐτοῦ ὑστερήσει,
καὶ ἃ λογιεῖται πάντα ἀφροσύνη ἐστίν.
4ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σέ,
τόπον σου μὴ ἀφῇς,
ὅτι ἴαμα καταπαύσει ἁμαρτίας μεγάλας.
5ἔστιν πονηρία, ἣν εἶδον ὑπὸ τὸν ἥλιον,
ὡς ἀκούσιον, ὃ ἐξῆλθεν ἀπὸ προσώπου τοῦ ἐξουσιάζοντος·
6ἐδόθη ὁ ἄφρων ἐν ὕψεσι μεγάλοις,
καὶ πλούσιοι ἐν ταπεινῷ καθήσονται·
7εἶδον δούλους ἐφ᾽ ἵππους
καὶ ἄρχοντας πορευομένους ὡς δούλους ἐπὶ τῆς γῆς.
8ὁ ὀρύσσων βόθρον ἐν αὐτῷ ἐμπεσεῖται,
καὶ καθαιροῦντα φραγμόν, δήξεται αὐτὸν ὄφις·
9ἐξαίρων λίθους διαπονηθήσεται ἐν αὐτοῖς,
σχίζων ξύλα κινδυνεύσει ἐν αὐτοῖς.
10ἐὰν ἐκπέσῃ τὸ σιδήριον,
καὶ αὐτὸς πρόσωπον ἐτάραξεν,
καὶ δυνάμεις δυναμώσει,
καὶ περισσεία τοῦ ἀνδρείου σοφία.
11ἐὰν δάκῃ ὁ ὄφις ἐν οὐ ψιθυρισμῷ,
καὶ οὐκ ἔστιν περισσεία τῷ ἐπᾴδοντι.
12λόγοι στόματος σοφοῦ χάρις,
καὶ χείλη ἄφρονος καταποντιοῦσιν αὐτόν·
13ἀρχὴ λόγων στόματος αὐτοῦ ἀφροσόνη,
καὶ ἐσχάτη στόματος αὐτοῦ περιφέρεια πονηρά·
14καὶ ὁ ἄφρων πληθύνει λόγους.
οὐκ ἔγνω ὁ ἄνθρωπος τί τὸ γενόμενον,
καὶ τί τὸ ἐσόμενον ὀπίσω αὐτοῦ, τίς ἀναγγελεῖ αὐτῷ;
15μόχθος τῶν ἀφρόνων κοπώσει αὐτούς,
ὃς οὐκ ἔγνω τοῦ πορευθῆναι εἰς πόλιν.
16οὐαί σοι, πόλις, ἧς ὁ βασιλεύς σου νεώτερος
καὶ οἱ ἄρχοντές σου ἐν πρωίᾳ ἐσθίουσιν·
17μακαρία σύ, γῆ, ἧς ὁ βασιλεύς σου υἱὸς ἐλευθέρων
καὶ οἱ ἄρχοντές σου πρὸς καιρὸν φάγονται ἐν δυνάμει
καὶ οὐκ αἰσχυνθήσονται.
18ἐν ὀκνηρίαις ταπεινωθήσεται ἡ δόκωσις,
καὶ ἐν ἀργίᾳ χειρῶν στάξει ἡ οἰκία.
19εἰς γέλωτα ποιοῦσιν ἄρτον,
καὶ οἶνος εὐφραίνει ζῶντας,
καὶ τοῦ ἀργυρίου ἐπακούσεται σὺν τὰ πάντα.
20καί γε ἐν συνειδήσει σου βασιλέα μὴ καταράσῃ,
καὶ ἐν ταμιείοις κοιτώνων σου μὴ καταράσῃ πλούσιον·
ὅτι πετεινὸν τοῦ οὐρανοῦ ἀποίσει σὺν τὴν φωνήν,
καὶ ὁ ἔχων τὰς πτέρυγας ἀπαγγελεῖ λόγον.